www.katabiblon.com

Μακκαβαίων Αʹ

1 Maccabees

   CATSS LXX Wiki Latin Translation LXX‎ / Vulgata Clementina  Westminster Leningrad Codex Wiki Latin Translation HB‎ / Vulgata Clementina11Mc 5:11καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον καὶ ὠργίσθησαν σφόδρα1Mc 5:1
¶It came to pass, when the Gentiles all around heard that the altar had been rebuilt and the sanctuary dedicated as before, they were exceedingly angry.
---
21Mc 5:22καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν1Mc 5:2
They took counsel to destroy the race of Jacob that was in the midst of them, and they began to kill and destroy among the people.
---
31Mc 5:33καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ τὴν Ακραβαττήνην ὅτι περιεκάθηντο τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν1Mc 5:3
Judas fought against the children of Esau in Idumaea at Akrabattine, because they besieged Israel. He struck them with a great slaughter, humbled them, and took their spoils.
---
41Mc 5:44καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς1Mc 5:4
He remembered the wickedness of the children of* Baean, who were a snare and a stumbling block to the people, lying in wait for them on the highways.
---
51Mc 5:55καὶ συνεκλείσθησαν ὑπ’ αὐτοῦ εἰς τοὺς πύργους καὶ παρενέβαλεν ἐπ’ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν1Mc 5:5
They were shut up by him in the towers. He encamped against them, and destroyed them utterly, and burned with fire the towers of the place with all who were in them.
---
61Mc 5:66καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν1Mc 5:6
He passed over to the children of Ammon, and found a mighty band and many people, with Timotheus for their leader.
---
71Mc 5:77καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτούς1Mc 5:7
He fought many battles with them, and they were defeated before his face. He struck them,
---
81Mc 5:88καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν1Mc 5:8
and took possession of Jazer and its villages,* and returned again into Judea.
---
91Mc 5:99καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα1Mc 5:9
¶The Gentiles who were in Gilead gathered themselves together against the Israelites who were on their borders, to destroy them. They fled to the stronghold of Dathema,
---
101Mc 5:1010καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες ἐπισυνηγμένα ἐστὶν ἐφ’ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς1Mc 5:10
and sent letters to Judas and his kindred, saying, “The Gentiles who are around us are gathered together against us to destroy us.
---
111Mc 5:1111καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν1Mc 5:11

They are preparing to come and get possession of the stronghold where we fled for refuge, and Timotheus is the leader of their army.They are preparing to come and get possession of the stronghold where fled for refuge, and Timotheus is the leader of their army.

[translations][edit][history]
Last Edited: 2022-01-21 Editors: 2
---
121Mc 5:1212νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος1Mc 5:12
Now therefore come and deliver us from their hand, for many of us have fallen.
---
131Mc 5:1313καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν1Mc 5:13
All our kindred who were in the land of *Tubias have been put to death. They have carried their wives, their children, and their stuff into captivity. They destroyed about a thousand men there.”
---
141Mc 5:1414ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα1Mc 5:14
¶While the letters were still being read, behold, other messengers came from Galilee with their clothes torn, bringing a similar report,
---
151Mc 5:1515λέγοντες ἐπισυνῆχθαι ἐπ’ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς1Mc 5:15
saying, “People of Ptolemais, of Tyre, of Sidon, and all Galilee of the* Gentiles have gathered together to destroy us.”
---
161Mc 5:1616ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ’ αὐτῶν1Mc 5:16
¶Now when Judas and the people heard these words, a great congregation assembled together to determine what they should do for their kindred who were in distress and under attack.
---
171Mc 5:1717καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν1Mc 5:17
Judas said to Simon his brother, “Choose men and go deliver your kindred who are in Galilee, but Jonathan my brother and I will go into the land of Gilead.”
---
181Mc 5:1818καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν1Mc 5:18
He left Joseph the son of Zacharias, and Azarias, as leaders of the people, with the remnant of the army, in Judea, to guard it.
---
191Mc 5:1919καὶ ἐνετείλατο αὐτοῖς λέγων πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς1Mc 5:19
He commanded them, saying, “Take charge of this people, and fight no battle with the Gentiles until we return.”
---
201Mc 5:2020καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν1Mc 5:20
Then three thousand men were assigned to go into Galilee with Simon, but eight thousand men were assigned to Judas to go into the land of Gilead.
---
211Mc 5:2121καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ1Mc 5:21
¶Simon went into Galilee and fought many battles with the Gentiles, and the Gentiles were defeated before him.
---
221Mc 5:2222καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν1Mc 5:22
He pursued them to the gate of Ptolemais. About three thousand men of the Gentiles fell, and he took their spoils.
---
231Mc 5:2323καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα ὅσα ἦν αὐτοῖς καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ’ εὐφροσύνης μεγάλης1Mc 5:23
They took to them those who were in Galilee and in Arbatta, with their wives, their children, and all that they had, and brought them into Judea with great gladness.
---
241Mc 5:2424καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ1Mc 5:24
Judas Maccabaeus and his brother Jonathan passed over the Jordan, and went three days’ journey in the wilderness.
---
251Mc 5:2525καὶ συνήντησαν τοῖς Ναβαταίοις καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι1Mc 5:25
They met with the Nabathaeans, and these met them in a peaceful manner and told them all things that had happened to their kindred in the land of Gilead,
---
261Mc 5:2626καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις Χασφω Μακεδ καὶ Καρναιν πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι1Mc 5:26
and how many of them were shut up in Bosora, Bosor, Alema,* Casphor, Maked, and* Carnaim—all these cities are strong and large—
---
271Mc 5:2727καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ1Mc 5:27
and how they were shut up in the rest of the cities of the land of Gilead, and that tomorrow they planned to encamp against the strongholds, and to take them, and to destroy all these men in one day.
---
281Mc 5:2828καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί1Mc 5:28
¶Judas and his army turned suddenly by the way of the wilderness to Bosora; and he took the city, and killed all the males with the edge of the sword, took all their spoils, and burned the city with fire.
---
291Mc 5:2929καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα1Mc 5:29
He left there at night, and went until he came to the stronghold.
---
301Mc 5:3030καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς οὗ οὐκ ἦν ἀριθμός αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς1Mc 5:30
When the morning came, they lifted up their eyes and saw many people who couldn’t be counted, bearing ladders and engines of war, to take the stronghold; and they were fighting against them.
---
311Mc 5:3131καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ1Mc 5:31
Judas saw that the battle had begun, and that the cry of the city went up to heaven, with trumpets and a great sound,
---
321Mc 5:3232καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν1Mc 5:32
and he said to the men of his army, “Fight today for your kindred!”
---
331Mc 5:3333καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ1Mc 5:33
Then he went out behind them in three companies. They sounded with their trumpets and cried out in prayer.
---
341Mc 5:3434καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας1Mc 5:34
And the army of Timotheus perceived that it was Maccabaeus, and they fled from before him. He struck them with a great slaughter. About eight thousand men of them fell on that day.
---
351Mc 5:3535καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί1Mc 5:35
¶He turned away to Mizpeh and fought against it, took it, killed all its males, took its spoils, and burned it with fire.
---
361Mc 5:3636ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος1Mc 5:36
From there he marched and took* Casphor, Maked, Bosor, and the other cities of the land of Gilead.
---
371Mc 5:3737μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου1Mc 5:37
¶Now after these things, Timotheus gathered another army and encamped near Raphon beyond the brook.
---
381Mc 5:3838καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν δύναμις πολλὴ σφόδρα1Mc 5:38
Judas sent men to spy on the army; and they brought him word, saying, “All the Gentiles who are around us are gathered together to them, an exceedingly great army.
---
391Mc 5:3939καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν1Mc 5:39
They have hired Arabians to help them, and are encamped beyond the brook, ready to come against you to battle.” So Judas went to meet them.
---
401Mc 5:4040καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς1Mc 5:40
¶Timotheus said to the captains of his army when Judas and his army drew near to the brook of water, “If he crosses over to us first, we won’t be able to withstand him, for he will certainly defeat us;
---
411Mc 5:4141ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν1Mc 5:41
but if he is afraid, and encamps beyond the river, we will cross over to him, and defeat him.”
---
421Mc 5:4242ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον1Mc 5:42
Now when Judas came near to the water brook, he caused the scribes of the people to remain by the brook, and commanded them, saying, “Allow no man to encamp, but let all come to the battle.”
---
431Mc 5:4343καὶ διεπέρασεν ἐπ’ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν1Mc 5:43
Then he crossed over the first against them, and all the people after him; and all the Gentiles were defeated before his face, and threw away their weapons, and fled to the temple at *Carnaim.
---
441Mc 5:4444καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ καὶ ἐτροπώθη Καρναιν καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου1Mc 5:44
They took the city and burned the temple with fire, together with all who were in it. Carnaim was subdued. They couldn’t stand any longer before the face of Judas.
---
451Mc 5:4545καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν παρεμβολὴν μεγάλην σφόδρα ἐλθεῖν εἰς γῆν Ιουδα1Mc 5:45
¶Judas gathered together all Israel, those who were in the land of Gilead, from the least to the greatest, with their wives, their children, and their stuff, an exceedingly great army, that they might come into the land of Judah.
---
461Mc 5:4646καὶ ἦλθον ἕως Εφρων καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα οὐκ ἦν ἐκκλῖναι ἀπ’ αὐτῆς δεξιὰν ἢ ἀριστεράν ἀλλ’ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι1Mc 5:46
They came as far as Ephron, and this same city was large and very strong. It was on the road where they were going. They couldn’t turn away from it on the right hand or on the left, but needed to pass through the middle of it.
---
471Mc 5:4747καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις1Mc 5:47
The people of the city shut them out and blocked the gates with stones.
---
481Mc 5:4848καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς πλὴν τοῖς ποσὶν παρελευσόμεθα καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ1Mc 5:48
Judas sent to them with words of peace, saying, “We will pass through your land to go into our own land, and no one will harm you. We will only pass by on our feet.” But they wouldn’t open to him.
---
491Mc 5:4949καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ1Mc 5:49
Then Judas commanded proclamation to be made in the army, that each man should encamp in the place where he was.
---
501Mc 5:5050καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ1Mc 5:50
So the men of the army encamped, and fought against the city all that day and all that night, and the city was delivered into his hands.
---
511Mc 5:5151καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων1Mc 5:51
He destroyed all the males with the edge of the sword, razed the city, took its plunder, and passed through the city over those who were slain.
---
521Mc 5:5252καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν1Mc 5:52
They went over the Jordan into the great plain near Bethshan.
---
531Mc 5:5353καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν ἕως ἦλθεν εἰς γῆν Ιουδα1Mc 5:53
And Judas gathered together those who lagged behind and encouraged the people all the way through, until he came into the land of Judah.
---
541Mc 5:5454καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ1Mc 5:54
They went up to mount Zion with gladness and joy, and offered whole burnt offerings, because not so much as one of them was slain until they returned in peace.
---
551Mc 5:5555καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος1Mc 5:55
¶In the days when Judas and Jonathan were in the land of Gilead, and Simon his brother in Galilee before Ptolemais,
---
561Mc 5:5656ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν1Mc 5:56
Joseph the son of Zacharias, and Azarias, rulers of the army, heard of their exploits and of the war, and what things they had done.
---
571Mc 5:5757καὶ εἶπον ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν1Mc 5:57
They said, “Let’s also get us a name, and let’s go fight against the Gentiles who are around us.”
---
581Mc 5:5858καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ’ αὐτῶν καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν1Mc 5:58
So they gave orders to the men of the army that was with them, and went toward Jamnia.
---
591Mc 5:5959καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον1Mc 5:59
Gorgias and his men came out of the city to meet them in battle.
---
601Mc 5:6060καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας1Mc 5:60
Joseph and Azarias were put to flight, and were pursued to the borders of Judea. About two thousand men of Israel fell on that day.
---
611Mc 5:6161καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι1Mc 5:61
There was a great overthrow among the people, because they didn’t listen to Judas and his kindred, thinking to do some exploit.
---
621Mc 5:6262αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν1Mc 5:62
But they were not of the family of those men by whose hand deliverance was given to Israel.
---
631Mc 5:6363καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν1Mc 5:63
¶The man Judas and his kindred were glorified exceedingly in the sight of all Israel, and of all the Gentiles, wherever their name was heard of.
---
641Mc 5:6464καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες1Mc 5:64
Men gathered together to them, acclaiming them.
---
651Mc 5:6565καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν1Mc 5:65
¶Judas and his kindred went out and fought against the children of Esau in the land toward the south. He struck Hebron and its villages,* pulled down its strongholds, and burned its towers all around.
---
661Mc 5:6666καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν1Mc 5:66
He marched to go into the land of the* Philistines, and he went through* Samaria.
---
671Mc 5:6767ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως1Mc 5:67
In that day certain priests, desiring to do exploits there, were slain in battle, when they went out to battle unadvisedly.
---
681Mc 5:6868καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα1Mc 5:68
But Judas turned toward Azotus, to the land of the* Philistines, pulled down their altars, burned the carved images of their gods with fire, took the plunder of their cities, and returned into the land of Judah.
---
« Ch 4» Ch 6

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Friday, 19-Apr-2024 21:32:46 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

English

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top