www.katabiblon.com
Sign In‎ | New Login

Βὴλ καὶ Δράκων OG

Bel and the Dragon OG (Old Greek)

   CATSS LXX Wiki Latin Translation LXX‎ / Vulgata Clementina  Westminster Leningrad Codex Wiki Latin Translation HB‎ / Vulgata Clementina000ἐκ προφητείας Αμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευι0
---
1GrDn 14:11GrDn 14:1
¶And king Astyages was gathered to his fathers, and Cyrus of Persia received his kingdom.
---
2GrDn 14:22ἄνθρωπός τις ἦν ἱερεύς ᾧ ὄνομα Δανιηλ υἱὸς Αβαλ συμβιωτὴς τοῦ βασιλέως ΒαβυλῶνοςGrDn 14:2
And Daniel conversed with the king and was honored above all his friends.
---
3GrDn 14:33καὶ ἦν εἴδωλον Βηλ ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι ἀνηλίσκετο δὲ αὐτῷ καθ’ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξGrDn 14:3
Now the Babylons had an idol, called Bel, and every day twelve great measures of fine flour and forty sheep and six vessels of wine were spent upon him.
---
4GrDn 14:44καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ’ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ Δανιηλ δὲ προσηύχετο πρὸς κύριονGrDn 14:4
And the king worshipped it and went daily to adore it; but Daniel worshipped his own God. And the king said to him, “Why do you not worship Bel?”
---
5GrDn 14:55καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείανGrDn 14:5
He answered and said, “Because I may not worship idols made with hands, but only the living God, who has created the heaven and the earth and has sovereignty over all flesh.”
---
6GrDn 14:66εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ οὗτος οὖν οὐκ ἔστι θεός οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ’ ἑκάστην ἡμέρανGrDn 14:6
Then the king said to him, “Do you not think that Bel is a living God? Do you not see how much he eats and drinks every day?”
---
7GrDn 14:77καὶ εἶπεν αὐτῷ Δανιηλ μηδαμῶς μηδείς σε παραλογιζέσθω οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν ἔξωθεν δὲ χαλκοῦς ὀμνύω δέ σοι κύριον τὸν θεὸν τῶν θεῶν ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτοςGrDn 14:7
Then Daniel smiled and said, “O king, be not deceived; for this is only clay within and brass without, and did never eat or drink anything.”
---
8GrDn 14:88καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ’ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτάGrDn 14:8
So the king was angry and called for his priests, and said to them, “If you do not tell me who it is that devours these expenses, you shall die!
---
9GrDn 14:99εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα γινέσθω οὕτως ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βηλ ὁ κατεσθίων ταῦτα ἀποθανοῦμαι καὶ πάντες οἱ παρ’ ἐμοῦ ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνωνGrDn 14:9
But, if you can prove to me that Bel devours them, then Daniel shall die, for he has spoken blasphemy against Bel.” And Daniel said to the king, “Let it be according to your word.”
---
10GrDn 14:1010ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιονGrDn 14:10
¶Now the priests of Bel were seventy, besides their wives and children. And the king went with Daniel into the temple of Bel.
---
11GrDn 14:1111καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιηλ καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ καὶ εἶπεν Δανιηλ σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα βασιλεῦ σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ ἐπὰν κλεισθῇGrDn 14:11
So Bel’s priests said, “Lo, we go out; but you, O king, set out the meat and prepare the wine, and shut the door fast and seal it with your own signet;
---
12GrDn 14:1212GrDn 14:12
And tomorrow when you come in, if you do not find that Bel has eaten all, we will suffer death, or else Daniel, who speaks falsely against us.”
---
13GrDn 14:1313ἤρεσε δὲ ὁ λόγος τῷ βασιλεῖGrDn 14:13
And they had little concern about it because under the table they had made a private entrance, whereby they entered in continually and consumed those things.
---
14GrDn 14:1414ὁ δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ’ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων καὶ ἐγένετο οὕτωςGrDn 14:14
So when they had gone, the king set out the meats before Bel. Now Daniel had commanded his servants to bring ashes, and those they strewed throughout the entire temple in the presence of the king alone; then they went out and shut the door, and sealed it with the king’s signet, and so departed.
---
15-17GrDn 14:15-1715-17καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιηλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν ἡ σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδαGrDn 14:15-17
(15) Now in the night the priests with their wives and children came, as they were accustomed to do, and they ate and drank it all. (16) ¶In the early morning the king arose, and Daniel with him. (17) And the king said, “Daniel, are the seals whole?” And he said, “Yes, O king, they are whole.”
---
18GrDn 14:1818καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς καὶ ἐχάρη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιηλ μέγας ἐστὶν ὁ Βηλ καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόλοςGrDn 14:18
And as soon as he had opened the door, the king looked upon the table and cried with a loud voice, “Great you are, O Bel, and with you is no deceit at all!”
---
19GrDn 14:1919καὶ ἐγέλασε Δανιηλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων καὶ εἶπεν Δανιηλ βασιλεῦ ταῦτα τὰ ἴχνη τίνος ἐστίGrDn 14:19
Then Daniel laughed, and held the king back so that he would not go in, and he said, “Behold now the pavement, and mark well whose footsteps these are.”
---
20GrDn 14:2020καὶ εἶπεν ὁ βασιλεύς ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίωνGrDn 14:20
And the king said, “I see the footsteps of men, women, and children.” And then the king was angry,
---
21GrDn 14:2121καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον καὶ ἐπέδειξε Δανιηλ τῷ βασιλεῖ τὰ ψευδοθύρια δι’ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ ΒηλGrDn 14:21
and he took the priests with their wives and children, who showed him the private doors where they came in and consumed such things as were on the table.
---
22GrDn 14:2222καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιηλ καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιηλ τὸν δὲ Βηλ κατέστρεψεGrDn 14:22
Therefore the king slew them, and delivered Bel into Daniel’s power, who destroyed him and his temple.
---
23GrDn 14:2323καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐσέβοντο αὐτὸν οἱ ΒαβυλώνιοιGrDn 14:23
¶And in that same place there was a great dragon, which they of Babylon worshipped.
---
24GrDn 14:2424καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτῷGrDn 14:24
And the king said to Daniel, “Will you also say that this is of brass? Lo, he lives, he eats and drinks; you cannot say that he is no living god; therefore, worship him.”
---
25GrDn 14:2525καὶ εἶπεν Δανιηλ βασιλεῦ δός μοι τὴν ἐξουσίαν καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδουGrDn 14:25
Then Daniel said to the king, “I will worship the Lord my God; for he is the living God.
---
26GrDn 14:2626καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ δέδοταί σοιGrDn 14:26
But give me permission, O king, and I shall slay this dragon without sword or staff.” The king said, “I give you permission.”
---
27GrDn 14:2727καὶ λαβὼν ὁ Δανιηλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων οὐ ταῦτα σέβεσθε βασιλεῦGrDn 14:27
Then Daniel took pitch and fat and hair, and boiled them together, and made lumps thereof; this he put in the dragon’s mouth, and so the dragon burst apart; and Daniel said, “Lo, these are the gods you worship.”
---
28GrDn 14:2828καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιηλ καὶ εἶπαν Ιουδαῖος γέγονεν ὁ βασιλεύς τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινεGrDn 14:28
¶When they of Babylon heard this, they took great indignation and conspired against the king, saying, “The king has become a Jew and he has destroyed Bel; he has slain the dragon and put the priests to death.”
---
29GrDn 14:2929GrDn 14:29
So they came to the king and said, “Deliver Daniel to us or else we will destroy you and your house.”
---
30GrDn 14:3030καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπ’ αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειανGrDn 14:30
Now when the king saw that they pressed him severely, being constrained, he delivered Daniel to them;
---
31/32GrDn 14:31-3231/32ἦν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως καὶ ἐχορηγεῖτο αὐτοῖς καθ’ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξGrDn 14:31-32
(31) they cast him into the lions’ den, where he was for six days. (32) And in the den there were seven lions, and they had given them every day two carcasses and two sheep, which then were not given to them, to the intent that they might devour Daniel.
---
33GrDn 14:3333καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Αμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάςGrDn 14:33
¶Now there was among the Jews a prophet, called Habbakuk, who had made pottage and had broken bread in a bowl, and was going into the field, to bring it to the reapers.
---
34GrDn 14:3434καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων τάδε λέγει σοι κύριος ὁ θεός τὸ ἄριστον ὃ ἔχεις ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν ΒαβυλῶνιGrDn 14:34
But the angel of the Lord said to Habbakuk, “Go, carry the dinner that you have into Babylon to Daniel, who is in the lions’ den.”
---
35GrDn 14:3535καὶ εἶπεν Αμβακουμ κύριε ὁ θεός οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστιGrDn 14:35
And Habbakuk said, “Lord, I never saw Babylon; neither do I know where the den is.”
---
36GrDn 14:3636καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ ἄγγελος κυρίου τοῦ Αμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν ΒαβυλῶνιGrDn 14:36
Then the angel of the Lord took him by the crown, and carried him by the hair of his head, and through the vehemence of his spirit set him in Babylon over the den.
---
37GrDn 14:3737καὶ εἶπεν Αμβακουμ πρὸς Δανιηλ ἀναστὰς φάγε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι κύριος ὁ θεόςGrDn 14:37
And Habbakuk cried, saying, “O Daniel, Daniel, take the dinner which God has sent you.”
---
38GrDn 14:3838καὶ εἶπε Δανιηλ ἐμνήσθη γάρ μου κύριος ὁ θεὸς ὁ μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόνGrDn 14:38
And Daniel said, “You have remembered me, O God; neither have you forsaken those who seek you and love you.”
---
39GrDn 14:3939καὶ ἔφαγε Δανιηλ ὁ δὲ ἄγγελος κυρίου κατέστησε τὸν Αμβακουμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ ὁ δὲ κύριος ὁ θεὸς ἐμνήσθη τοῦ ΔανιηλGrDn 14:39
So Daniel arose and ate; and the angel of the Lord set Habbakuk in his own place again immediately.
---
40GrDn 14:4040ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενονGrDn 14:40Upon the seventh day After these things the king went exited to bewail grieving for Daniel; and when he came looked into the den, he looked in, and behold, Daniel was he saw him sitting.
[translations][edit][history]
Last Edited: 2009-03-08 Editors: 1
---
41GrDn 14:4141καὶ ἀναβοήσας εἶπεν ὁ βασιλεύς μέγας ἐστὶ κύριος ὁ θεός καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλοςGrDn 14:41
Then the king cried with a loud voice, saying, “Great are you, Lord God of Daniel, and there is no other beside you!”
---
42GrDn 14:4242καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιηλ ἐκ τοῦ λάκκου καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιηλ καὶ κατεβρώθησανGrDn 14:42
And he drew him out, and cast those who were the cause of his destruction into the den; and they were devoured in a moment before his face.
---

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Friday, 29-Mar-2024 09:26:11 EDT

OPTIONS

CHAPTERS

1

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

English

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top