www.katabiblon.com

Τωβὶτ S

Tobit S (Codex Sinaiticus)

   CATSS LXX Wiki Latin Translation LXX‎ / Vulgata Clementina  Westminster Leningrad Codex Wiki Latin Translation HB‎ / Vulgata Clementina1Tb 1:11βίβλος λόγων Τωβιθ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ τοῦ Ραφαηλ τοῦ Ραγουηλ ἐκ τοῦ σπέρματος Ασιηλ ἐκ φυλῆς ΝεφθαλιμTb 1:1
¶The book of the words of Tobit, son of Tobiel, the son of Ananiel, the son of Aduel, the son of Gabael, a descendent of Asael, of the tribe of Naphtali,
---
2Tb 1:22ὃς ᾐχμαλωτεύθη ἐν ταῖς ἡμέραις Ενεμεσσαρου τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐκ Θισβης ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλιμ ἐν τῇ ἄνω Γαλιλαίᾳ ὑπεράνω Ασσηρ ὀπίσω ὁδοῦ δυσμῶν ἡλίου ἐξ ἀριστερῶν ΦογωρTb 1:2
who, in the time of Shalmaneser king of the Assyrians, was led captive out of Thisbe, which is at the right hand of that city, which is properly called Naphtali, in Galilee above Asher.
---
3Tb 1:33ἐγὼ Τωβιθ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει μου τοῖς πορευθεῖσιν μετ’ ἐμοῦ ἐν τῇ αἰχμαλωσίᾳ εἰς τὴν χώραν τῶν Ἀσσυρίων εἰς ΝινευηTb 1:3
¶I, Tobit, have walked all the days of my life in the ways of truth and justice, and I performed many charitable deeds for my brethren and my nation, who came with me to Nineveh into the land of the Assyrians.
---
4Tb 1:44καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ισραηλ καὶ ὅτε ἤμην νέος πᾶσα ἡ φυλὴ Νεφθαλιμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυιδ τοῦ πατρός μου καὶ ἀπὸ Ιερουσαλημ πόλεως τῆς ἐκλεγείσης ἐκ πασῶν φυλῶν Ισραηλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ισραηλ καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνοςTb 1:4
And when I was in my own country, in the land of Israel, in my youth, with all the tribe of Naphtali, my father fell away from the house of Jerusalem, which was chosen out of all the tribes of Israel so that all the tribes should sacrifice there, where the Temple of the dwelling place of the most High was consecrated and built for all ages.
---
5Tb 1:55πάντες οἱ ἀδελφοί μου καὶ ὁ οἶκος Νεφθαλιμ τοῦ πατρός μου ἐθυσίαζον ἐκεῖνοι τῷ μόσχῳ ὃν ἐποίησεν Ιεροβεαμ ὁ βασιλεὺς Ισραηλ ἐν Δαν ἐπὶ πάντων ὀρέων τῆς ΓαλιλαίαςTb 1:5
Now all the tribes which revolted together, and the house of my father Naphtali, sacrificed to the heifer Baal.
---
6Tb 1:66κἀγὼ μονώτατος ἐπορευόμην πολλάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται ἐν παντὶ Ισραηλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τῶν κτηνῶν καὶ τὰς πρωτοκουρίας τῶν προβάτων ἔχων ἀπέτρεχον εἰς ΙεροσόλυμαTb 1:6
But I alone went often to Jerusalem at the feasts, as it was ordained for all the people of Israel by an everlasting decree, bringing the first fruits and tenths of increase, with the first-shorn sheep, and these I gave at the altar to the priests, the children of Aaron.
---
7Tb 1:77καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ ἐλαίου καὶ ῥοῶν καὶ τῶν σύκων καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιερουσαλημ καθ’ ἕκαστον ἐνιαυτόνTb 1:7
The first tenth part of all increase I gave to the sons of Aaron, who ministered at Jerusalem; another tenth part I sold, and went, and spent it every year at Jerusalem;
---
8Tb 1:88καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ισραηλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολάς ἃς ἐνετείλατο Δεββωρα ἡ μήτηρ Ανανιηλ τοῦ πατρὸς ἡμῶν ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανενTb 1:8
and the third I gave to those who were in need, as Deborah my father’s mother had commanded me, because I was left an orphan by my father.
---
9Tb 1:99καὶ ὅτε ἐγενήθην ἀνήρ ἔλαβον γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ ΤωβιανTb 1:9
Furthermore, when I had reached the age of a man, I married Anna of my own kindred, and of her, I fathered Tobias.
---
10Tb 1:1010μετὰ τὸ αἰχμαλωτισθῆναί με εἰς Ἀσσυρίους καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευη ἐπορευόμην καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶνTb 1:10
¶And when we were carried away captives to Nineveh, all my brethren and those who were of my kindred ate of the bread of the Gentiles.
---
11Tb 1:1111ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐκ τῶν ἄρτων τῶν ἐθνῶνTb 1:11
But I kept myself from eating,
---
12Tb 1:1212καὶ ὅτε ἐμεμνήμην τοῦ θεοῦ μου ἐν ὅλῃ ψυχῇ μουTb 1:12
because I remembered God with all my heart.
---
13Tb 1:1313καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσινTb 1:13
And the most High gave me grace and favor before Shalmaneser, so that I was his purveyor.
---
14Tb 1:1414καὶ ἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτῷ ἐκεῖθεν ἕως αὐτὸν ἀποθανεῖν καὶ παρεθέμην Γαβαήλῳ βαλλάντια τῷ ἀδελφῷ τῷ Γαβρι ἐν τῇ χώρᾳ τῆς Μηδίας ἀργυρίου τάλαντα δέκαTb 1:14
And I went into Media, and I left in trust with Gabael, the brother of Gabrias, at Rages a city of Media, ten talents of silver.
---
15Tb 1:1515καὶ ὅτε ἀπέθανεν Ενεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ καὶ αἱ ὁδοὶ τῆς Μηδίας ἀπέστησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν ΜηδίανTb 1:15
Now when Shalmaneser was dead, Sennacherib his son reigned in his place; but his reign was troubled so that I could not go into Media.
---
16Tb 1:1616ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μουTb 1:16
And in the time of Shalmaneser I gave many alms to my brethren and gave my bread to the hungry,
---
17Tb 1:1717τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη ἔθαπτον αὐτόνTb 1:17
and my clothes to the naked; and if I saw any of my nation dead, or cast out around the walls of Nineveh, I buried him.
---
18Tb 1:1818καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ιουδαίας ἐν ἡμέραις τῆς κρίσεως ἧς ἐποίησεν ἐξ αὐτοῦ ὁ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν ὧν ἐβλασφήμησεν ἔθαψα πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὗρεν αὐτάTb 1:18
And if the king Sennacherib had slain anyone, when he arrived and fled from Judea, I buried them privately; for in his wrath he killed many, but the bodies were not found when they were sought by the king.
---
19Tb 1:1919καὶ ἐπορεύθη εἷς τις τῶν ἐκ τῆς Νινευη καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι ἐγὼ θάπτω αὐτούς καὶ ἐκρύβην καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμοῦ ὁ βασιλεὺς καὶ ὅτι ζητοῦμαι τοῦ ἀποθανεῖν ἐφοβήθην καὶ ἀπέδρασαTb 1:19
¶And when one of the Ninevites went and complained to the king about me, that I buried them and hid myself, I understood that I was sought to be put to death, so I withdrew myself out of fear.
---
20Tb 1:2020καὶ ἡρπάγη πάντα ὅσα ὑπῆρχέν μοι καὶ οὐ κατελείφθη μοι οὐδέν ὃ οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικόν πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβια τοῦ υἱοῦ μουTb 1:20
Then all my goods were forcibly taken away, neither was there anything left for me, except my wife Anna and my son Tobias.
---
21Tb 1:2121καὶ οὐ διῆλθον ἡμέραι τεσσαράκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ μετ’ αὐτόν καὶ ἔταξεν Αχιχαρον τὸν Αναηλ τὸν τοῦ ἀδελφοῦ μου υἱὸν ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς εἶχεν τὴν ἐξουσίαν ἐπὶ πᾶσαν τὴν διοίκησινTb 1:21
And before fifty-five days had passed, two of his sons killed him and they fled into the mountains of Ararath; and Sarchedonus his son reigned in his place; he appointed, over his father’s accounts and over all his affairs, Achiacharus, my brother Anael’s son.
---
22Tb 1:2222τότε ἠξίωσεν Αχιχαρος περὶ ἐμοῦ καὶ κατῆλθον εἰς τὴν Νινευη Αχιχαρος γὰρ ἦν ὁ ἀρχιοινοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστῆς ἐπὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου καὶ ἐκ τῆς συγγενείας μουTb 1:22
And since Achiacharus petitioned for me, I returned to Nineveh. Now Achiacharus was cupbearer and keeper of the signet and steward and overseer of the accounts; and Sarchedonus appointed him next to him; and he was my brother’s son.
---
» Ch 2

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Friday, 29-Mar-2024 05:02:30 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

English

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top