www.katabiblon.com

Τωβὶτ S

Tobit S (Codex Sinaiticus)

   CATSS LXX Wiki Latin Translation LXX‎ / Vulgata Clementina  Westminster Leningrad Codex Wiki Latin Translation HB‎ / Vulgata Clementina1Tb 8:11καὶ ὅτε συνετέλεσαν τὸ φαγεῖν καὶ πιεῖν ἠθέλησαν κοιμηθῆναι καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμίειονTb 8:1
¶And when they had dined, they brought Tobias in to her.
---
2Tb 8:22καὶ ἐμνήσθη Τωβιας τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὸ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν καρδίαν ἐκ τοῦ βαλλαντίου οὗ εἶχεν καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν τοῦ θυμιάματοςTb 8:2
And as he went, he remembered the words of Raphael. And he took the ashes of the perfumes, and put the heart and the liver of the fish on them, and made a smoke with them.
---
3Tb 8:33καὶ ἡ ὀσμὴ τοῦ ἰχθύος ἐκώλυσεν καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου καὶ βαδίσας Ραφαηλ συνεπόδισεν αὐτὸν ἐκεῖ καὶ ἐπέδησεν παραχρῆμαTb 8:3
When the evil spirit had smelled this odor, he fled into the utmost parts of Egypt, and the angel bound him.
---
4Tb 8:44καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου καὶ ἠγέρθη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ ἀδελφή ἀνάστηθι προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν ὅπως ποιήσῃ ἐφ’ ἡμᾶς ἔλεος καὶ σωτηρίανTb 8:4
And afterwards, when they were both secluded together, Tobias rose out of the bed and said, “Sister, arise, and let us pray that God will have pity on us.”
---
5Tb 8:55καὶ ἀνέστη καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία καὶ ἤρξατο λέγειν εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶναςTb 8:5
Then Tobias began to say, “Blessed are you, O God of our fathers, and blessed is your holy and glorious name for ever; let the heavens bless you, and all your creatures.
---
6Tb 8:66σὺ ἐποίησας τὸν Αδαμ καὶ ἐποίησας αὐτῷ βοηθὸν στήριγμα Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τῶν ἀνθρώπων καὶ σὺ εἶπας ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷTb 8:6
You made Adam, and gave him Eve his wife as a helper and support; of them came mankind, for you have said, ‘It is not good that man should be alone; let us make him a helper like himself.’
---
7Tb 8:77καὶ νῦν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ’ ἐπ’ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτὴν καὶ συγκαταγηρᾶσαι κοινῶςTb 8:7
And now, O Lord, I take not this my sister for pleasure, but in righteousness; therefore mercifully ordain that we may grow old together.”
---
8Tb 8:88καὶ εἶπαν μεθ’ ἑαυτῶν αμην αμηνTb 8:8
And she said with him, “Amen.”
---
9Tb 8:99καὶ ἐκοιμήθησαν τὴν νύκταTb 8:9
¶So they both slept that night. And Raguel arose, and went and made a grave,
---
10Tb 8:1010καὶ ἀναστὰς Ραγουηλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ’ ἑαυτοῦ καὶ ᾤχοντο καὶ ὤρυξαν τάφον εἶπεν γάρ μήποτε ἀποθάνῃ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμόςTb 8:10
saying, “I am afraid that he too is dead.”
---
11Tb 8:1111καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον ἦλθεν Ραγουηλ εἰς τὸν οἶκον καὶ ἐκάλεσεν τὴν γυναῖκα αὐτοῦTb 8:11
But when Raguel returned to his house,
---
12Tb 8:1212καὶ εἶπεν ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ καὶ εἰ τέθνηκεν ὅπως ἂν θάψωμεν αὐτόν ὅπως μηδεὶς γνῷTb 8:12
he said to his wife Edna, “Send one of the maids, and let her see if he is alive. If he is not, then we can bury him, and no one will know of it.”
---
13Tb 8:1313καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἧψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν καὶ εἰσῆλθεν καὶ εὗρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνοῦντας κοινῶςTb 8:13
So the maid opened the door and went in and found them both asleep.
---
14Tb 8:1414καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστινTb 8:14
And she came forth and told them that he was alive.
---
15Tb 8:1515καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν εὐλογητὸς εἶ θεέ ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶναςTb 8:15
¶Then Raguel praised God and said, “O God, you are worthy to be praised with all pure and holy praise; therefore let your saints praise you with all your creatures, and let all your angels and your elect praise you for ever.
---
16Tb 8:1616καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ’ ἡμῶνTb 8:16
You are to be praised, for you have made me joyful; and what I feared has not happened, but you have dealt with us according to your great mercy.
---
17Tb 8:1717καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ’ εὐφροσύνης καὶ ἐλέουTb 8:17
You are to be praised because you had mercy on two who were each the only begotten children of their fathers; grant them mercy, O Lord, and finish their life in health with joy and mercy.”
---
18Tb 8:1818τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαιTb 8:18
Then Raguel directed his servants to fill the grave.
---
19Tb 8:1919καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς καὶ ἤρξαντο παρασκευάζεινTb 8:19
And he kept the wedding feast for fourteen days.
---
20Tb 8:2020καὶ ἐκάλεσεν Τωβιαν καὶ εἶπεν αὐτῷ δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν ἀλλ’ αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ’ ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένηνTb 8:20
For before the days of the marriage were finished, Raguel had said to him by an oath, that he should not depart until the fourteen days of the marriage were fulfilled,
---
21Tb 8:2121καὶ ὅσα μοι ὑπάρχει λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου καὶ τὸ ἄλλο ἥμισυ ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου ὑμέτερόν ἐστιν θάρσει παιδίον ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα θάρσει παιδίονTb 8:21
and that then he should take half of his goods and go in safety to his father, and that he would have the rest “when I and my wife are dead.”
---
« Ch 7» Ch 9

Copyright 2007-2024 Thomas Moore, Email: acct3 at katabiblon.com, Support Forum Set Local Timezone
Friday, 19-Apr-2024 12:28:02 EDT

OPTIONS

CHAPTERS

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

LEXICON

Greek Lexicon

TEXTS

LANGUAGES

English

ABOUT

The Kata Biblon Wiki English Translation (WET) and Wiki Latin Translation are publicly editable translations of the Greek New Testament, Greek Septuagint, and Hebrew Bible.

www.katabiblon.com

SEARCH OPTIONS

KEYMAP

Wildcard: %

VERSES

Top